Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.33 Dem. 39.36 (English) >>Dem. 39.38

39.35ἐπεὶ ἔγωγʼ οὐδʼ εἰ τὰ μάλισθʼ πατὴρ ὄντα σʼ ἑαυτοῦ μὴ ἐποιεῖτʼ ἀδικῶ. οὐ γὰρ ἐμοὶ προσῆκεν εἰδέναι, τίνες εἰσὶν υἱεῖς ἐκείνου, ἀλλʼ ἐκείνῳ δεῖξαι, τίνʼ ἐμοὶ νομιστέον ἔστʼ ἀδελφόν. ὃν μὲν τοίνυν οὐκ ἐποιεῖτό σε χρόνον, οὐδʼ ἐγὼ προσήκονθʼ ἡγούμην, ἐπειδὴ δʼ ἐποιήσατο, κἀγὼ νομίζω. τί τούτου σημεῖον; τῶν πατρῴων ἔχεις τὸ μέρος μετὰ τὴν τοῦ πατρὸς τελευτήν· ἱερῶν, ὁσίων μετέχεις· ἀπάγει σʼ οὐδεὶς ἀπὸ τούτων. τί βούλει; ἂν δὲ φῇ δεινὰ πάσχειν καὶ κλάῃ καὶ ὀδύρηται καὶ κατηγορῇ ἐμοῦ, μὲν ἂν λέγῃ, μὴ πιστεύετε (οὐ γὰρ δίκαιον μὴ περὶ τούτων ὄντος τοῦ λόγου νυνί), ἐκεῖνο δʼ ὑπολαμβάνετε, ὅτι οὐδὲν ἔστʼ αὐτῷ ἧττον δίκην λαμβάνειν Βοιωτῷ κληθέντι. 39.36τί οὖν φιλονικεῖς; μηδαμῶς· μὴ ἔχʼ οὕτω πρὸς ἡμᾶς ἐθελέχθρως· οὐδὲ γὰρ ἐγὼ πρὸς σέ, ἐπεὶ καὶ νῦν, ἵνα μηδὲ τοῦτο λάθῃ σε, ὑπὲρ σοῦ λέγω μᾶλλον, ἀξιῶν μὴ ταὐτὸν ἔχειν ὄνομʼ ἡμᾶς. εἰ γὰρ μηδὲν ἄλλο, ἀνάγκη τὸν ἀκούσαντʼ ἐρέσθαι πότερος, δύʼ ἂν ὦσιν Μαντίθεοι Μαντίου. οὐκοῦν, ὃν ἠναγκάσθη ποιήσασθαι, σὲ ἂν λέγῃ, ἐρεῖ. τί οὖν ἐπιθυμεῖς τούτων; ἀνάγνωθι δέ μοι λαβὼν δύο ταυτασὶ μαρτυρίας, ὡς ἐμοὶ Μαντίθεον καὶ τούτῳ Βοιωτὸν πατὴρ ὄνομʼ ἔθετο.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.33 Dem. 39.36 (English) >>Dem. 39.38

Powered by PhiloLogic